Citations:κεχηνώδης

Hello, you have come here looking for the meaning of the word Citations:κεχηνώδης. In DICTIOUS you will not only get to know all the dictionary meanings for the word Citations:κεχηνώδης, but we will also tell you about its etymology, its characteristics and you will know how to say Citations:κεχηνώδης in singular and plural. Everything you need to know about the word Citations:κεχηνώδης you have here. The definition of the word Citations:κεχηνώδης will help you to be more precise and correct when speaking or writing your texts. Knowing the definition ofCitations:κεχηνώδης, as well as those of other words, enriches your vocabulary and provides you with more and better linguistic resources.

Ancient Greek citations of κεχηνῶδες (kekhēnôdes)

  • ante AD 305, Porphyry (scholiast) in Codex Vaticanus Graecus 14 (13th C.) in Grammatici Graeci recogniti et apparatu critico instructi, part III: Scholia in Dionysii Thracis Artem Grammaticam recensuit et apparatum criticum indicesque adiecit (1901), ed. Alfredus Hilgard, Leipzig: In aedibus B.G. Teubneri, chapter v: “Scholia Vaticana (partim excerpta ex Georgio Choerobosco, Georgio quodam, Porphyrio, Melampode, Stephano, Diomede): Προλεγόμενα τῆς τέχνης Διονυσίου ἀπὸ τῶν διὰ πλάτους ⟨ἐξηγήσεων⟩”, § 3: ‘Πορφυρίου περὶ προσῳδίας’, pages 146–147:
    Ἐπειδὴ δὲ ἐκθλίψεως ἐμνήσθημεν, δεῖ γινώσκειν ὅτι ἡ μὲν συναλοιφὴ γένος ἐστίν, ἔχει δ᾽ ⟨εἴδη⟩ ἑπτά, τρία μὲν ἁπλᾶ, τέσσαρα δὲ σύνθετα· καὶ τὰ μὲν ἁπλᾶ εἰσι ταῦτα, ἔκθλιψις, κρᾶσις, συναίρεσις. Καὶ ἔκθλιψις μέν ἐστιν, ἡνίκα εὑρεθῇ λέξις εἰς φωνῆεν ἢ φωνήεντα καταλήγουσα, τῆς ἐπιφερομένης λέξεως ἀπὸ φωνήεντος ἢ ἀπὸ φωνηέντων ἀρχομένης· τότε γὰρ ⟨διὰ⟩ τὸ χασμῶδες καὶ κεχηνῶδες ἐκθλίβεται τὸ τέλος τῆς προηγουμένης λέξεως. Καὶ ἡνίκα ⟨μὲν⟩ ὦσιν ἐν παραθέσει, δέχονται ἀπόστροφον, ⟨οἷον κατὰ ἐμοῦ κατ᾽ ἐμοῦ· ἡνίκα δὲ ὦσιν ἐν συνθέσει, οὐ δέχονται ἀπόστροφον⟩, οἷον κατὰ ἔγραφον κατέγραφον, κατὰ ἔβην κατέβην. Ταῦτα μὲν περὶ τῆς ἐκθλίψεως. Διαφέρει δὲ συναίρεσις κράσεως κατὰ τούτους τοὺς τρόπους· ἡ συναίρεσις περὶ τὸ ι̅ καὶ τὸ υ̅ καταγίνεται προηγουμένου προτακτικοῦ φωνήεντος, οἷον πάϊς παῖς, ἀΰω αὔω, Δημοσθένεϊ Δημοσθένει· διαστέλλεται δὲ τὸ συνῃρημένον ἀπὸ τοῦ ἐντελοῦς ἐκ τοῦ μὴ περιστίζεσθαι τὸ ι̅ καὶ ⟨τὸ⟩ υ̅ ἐν τῇ συναιρέσει. Δεῖ δὲ γινώσκειν ὅτι τὸ ι̅ καὶ τὸ υ̅ δεῖ περιστίζειν, ἡνίκα προηγεῖται προτακτικὸν φωνῆεν κατὰ διάστασιν· ἐπεὶ ὅταν προηγῆται ⟨τὸ ι̅ ἢ τὸ υ̅ καὶ ἐπιφέρηται⟩ ὑποτακτικὸν φωνῆεν, οὐ δεῖ περιστίζειν αὐτά, οἷον ἰαχή ἰωή. Ἡ δὲ κρᾶσις περὶ πάντα τὰ φωνήεντα καταγίνεται, οἷον Δημοσθένεος Δημοσθένους, ἱέραξ ἵραξ, τὸ ἐμόν τοὐμόν· καὶ ἡνίκα μὲν γένηται κρᾶσις ἐν ἁρμογῇ δύο λέξεων, τίθεται κορωνίς, ⟨οἷον τὸ ἐμόν τοὐμόν, ὅταν δὲ γένηται κρᾶσις μὴ ἐν ἁρμογῇ δύο λέξεων, οὐ τίθεται κορωνίς⟩, οἷον νόος νοῦς. Ἄλλως τε δὲ ἡ συναίρεσις φυλακτική ἐστι τῶν αὐτῶν φωνηέντων, οἷον πάϊς παῖς, ἡ δὲ κρᾶσις πάντως ἀλλοίωσιν ἀπεργάζεται, οἷον Δημοσθένεος Δημοσθένους. Ταῦτα μέν εἰσι τὰ ἁπλᾶ εἴδη τῆς συναλοιφῆς.